Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς Ἰάκωβος, ὁ τῆς Περσίδας βλαστός, τὸν δόλιον δράκοντα, τοὶς τῶν αἱμάτων κρουνοίς, ἀθλήσας ἀπέπνιξε, πίστει γὰρ ἀληθείας, μεληδὸν τετμημένος, ὤφθη τροπαιοφόρος, τοῦ Σωτῆρος ὁπλίτης, πρεσβεύων ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Πεισθεὶς τῇ καλῇ, συζύγῳ καρτερόψυχε, καὶ τὸ φοβερόν, κριτήριον φοβούμενος, τῶν Περσῶν τὸ φρόνημα, καὶ τὸν φόβον Ἰάκωβε κατέπτυσας, καὶ ἀνεδείχθης Μάρτυς θαυμαστός, τὸ σῶμα ὡς κλῆμα συντεμνόμενος.
Ὁ Οἶκος
Ἀπὸ ψυχῆς στενάξωμεν πάντες, δάκρυα ἐκχέοντες, καθορῶντες πικρῶς τὸν Μάρτυρα μελιζόμενον· δίκην κυνῶν γὰρ ὠρυομένων συνελθόντες οἱ δήμιοι, τὰ μέλη κατετίτρωσκον τοῦ θαυμαστοῦ καὶ γενναίου ἐν Μάρτυσι Μάρτυρος. Τὶς οὖν ὑπάρχει; εἰ δοκεῖ, μικρὸν ὑπομείνατε, καὶ λέξω πάντα μετὰ σπουδῆς, πῶς ὡς θῦμα Κυρίῳ προσήνεκται, το σῶμα ὡς κλῆμα τεμνόμενος.