Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς ὄρος προέγραψας τὴν Θεοτόκον ἁγνήν, ἐξ ἧς ἡμῖν ἐλάμψεν ὁ τῶν ἁπάντων Θεός, σαρκὸς ὁμοιώματι. Ὅθεν σὲ ὡς προφήτην θεηγόρον τιμῶντες, χάριτος οὐρανίου μετασχεῖν δυσωποῦμεν, πρεσβείαις σου θεοδέκτοις, Ἀββακοὺμ ἔνδοξε.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος β’.
Τοῦ Προφήτου σου Ἀββακοὺμ τὴν μνὴμην, Κύριε ἑορτάζοντες, δι᾽ αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς ἵππους ἑώρακας τοὺς ἱεροὺς Μαθητάς, θαλάσσας ταράσσοντας, τῆς ἀγνωσίας σαφῶς, καὶ πλάνην βυθίζοντας, δόγμασιν εὐσεβείας, Ἀββακοὺμ θεηγόρε· ὅθεν σε ὡς Προφήτην, ἀληθῆ εὐφημοῦμεν, αἰτούμενοι τοῦ πρεσβεύειν ἐλεηθῆναι ἡμᾶς.
Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐπὶ τῆς θείας φυλακῆς ἔστης μάκαρ, καὶ κατενόησας Θεοῦ παρουσίαν, προφητικοῖς ἐν ὄμμασι θεόπνευστε· ὅθεν καὶ ἐβόησας, Ἀββακοὺμ μετὰ φόβου, Κύριε ἀκήκοα, τὴν φρικτὴν ἔλευσίν σου, καὶ ἀνυμνῶ σε σάρκα χοϊκήν, ἐκ τῆς Παρθένου, φορέσαι θελήσαντα.