Ἀπολυτίκιον
Ἦχος α'.
Τὸν τῆς ἀμβροσίας ἐπώνυμον, καὶ τῆς Ἰταλίας διδάσκαλον, τὸν προστάτην τῆς Χριστοῦ Ἐκκλησίας, καὶ Μεδιολάνων τὸν πρόεδρον, τὸν τοῦ ἐπάρχου υἱόν, καὶ τῶν πτωχῶν ἀντιλήπτορα μέγιστον, Ἀμβρόσιον τὸν ἔνδοξον Ἱεράρχην πάντες τιμήσωμεν, πρεσβεύει γὰρ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος διδάσκαλος καὶ ἱεράρχης σοφός, δογμάτων ἀκρίβειαν μυσταγωγεῖς τοὺς πιστούς, Ἀμβρόσιε ὅσιε· λύεις αἱρετιζόντων τὴν ἀχλὺν τοῖς σοῖς λόγοις· φαίνεις τῆς εὐσεβείας τὴν θεόσδοτον χάριν· ἐν ᾗ τούς σὲ γεραίροντας συντήρει ἀπήμονας.
Κοντάκιον
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν σὴν μνήμην πάνσοφε, ὡς Ἱεράρχην τοῦ Χριστοῦ, μεγαλοφώνως τιμῶσά σε, Πάτερ Πατέρων, Ἀμβρόσιε ἔνδοξε.
Ἕτερον Κοντάκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείοις δόγμασι περιαστράπτων, ἀπημαύρωσας Ἀρείου πλάνην, Ἱερομύστα καὶ ποιμὴν Ἀμβρόσιε· θαυματουργῶν δὲ δυνάμει τοῦ Πνεύματος, πάθη ποικίλα σαφῶς ἐθεράπευσας. Πάτερ Ὅσιε, Xριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κάθισμα
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Λόγους ζωῆς Πάτερ σοφὲ κεκτημένος, τὰς διανοίας τῶν πιστῶν καταρδεύεις, καὶ καρποφόρους χάριτι δεικνύεις ἀεί, τῶν αἱρετιζόντων δέ, κατακλύζεις τὰς φρένας, χάριν ἀναβλύζων τε, ἰαμάτων ἐκπλύνεις, παθῶν παντοίων ῥύπον ἀληθῶς, ἱερομύστα θεόφρον Ἀμβρόσιε.
Ὁ Οἶκος
Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν τὸν τῆς χάριτος, πλάκας δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι, καὶ ὡς θερμόν, καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως, ὡς τῶν πενήτων προστάτην καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν. Οὗτος γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ, Ἱεράρχης πιστὸς ἀναδέδεικται. Διὰ τοῦτο βοῶμεν αὐτῷ· Πάτερ Πατέρων, Ἀμβρόσιε ἔνδοξε.