Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Tῶν μαρτύρων ταῖς χρείαις διακονήσασα, μαρτυρικῶς ἐμιμήσω τὰς ἀριστείας αὐτῶν, δι' ἀθλήσεως ἐχθρὸν καταπαλαίσασα· ὅθεν βλαστάνεις δαψιλῶς χάριν ἄφθονον ἀεί, θέοφρων Ἀναστασία, τοῖς προσιοῦσιν ἐκ πόθου τῇ ἀρωγῇ τῆς προστασίας σου.
Κοντάκιον
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Οἱ ἐν πειρασμοῖς, καὶ θλίψεσιν ὑπάρχοντες, πρὸς τὸν σὸν ναόν, προστρέχοντες λαμβάνουσι, τὰ σεπτὰ δωρήματα, τῆς ἔν σοὶ ἐνοικούσης θείας χάριτος Ἀναστασία· σὺ γὰρ ἀεί, τῷ κόσμῳ πηγάζεις τὰ ἰάματα.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Τῶν Μαρτύρων ζηλοῦσα τὴν ἀρετήν, συμπαθείᾳ καρδίας τούτων θερμῶς, ταῖς χρείαις ἑκάστοτε, διηκόνεις θεόπνευστε, καὶ τοὺς ἰχῶρας πίστει, ἐξέματτες χαίρουσα, ἐν μηδενὶ θεμένη, τὰ πρόσκαιρα βάσανα· ὅθεν ἐπὶ τέλει, συσχεθεῖσα καὶ πόνους, πολλοὺς ὑπομείνασα, στερροτάτως ἐνήθλησας, Ἀναστασία πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Τῆς Ἀναστάσεως τοῦ Κυρίου συνεπώνυμος οὖσα, πεπτωκότα με νῦν ἀνάστησον ταῖς πρεσβείαις σου, ἐκ τῶν θαυμάτων τῶν σῶν, σταγόνα ἐπιστάξασα, Μάρτυς τῇ ψυχῇ μου, καὶ τὸν φλογμὸν τῆς δεινῆς ἁμαρτίας κατασβέσασα· τὸν κόσμον γὰρ διασῴζεις ἐκ παθῶν πολυτρόπων ἑκάστοτε, ὧν περ κἀγὼ πεπείραμαι· σὺ γὰρ πάντα τοῖς πᾶσι παρέχουσα, τῷ κόσμῳ πηγάζεις τὰ ἰάματα.