Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφαγισθέντος
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Τύχων Πατὴρ ἡμῶν· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἕτερον Ἀπολυτίκιον
Ήχος γ', θείας Πίστεως.
Θείας έτυχες, ιερατείας, νεύσει κρείττονι εκλελεγμένος, ως θεράπων της Τριάδος επάξιος- συ γαρ των έργων εκλάμπων ταις χάρισι, την Εκκλησίαν εστήριξας θαύμασι. Τύχων Όσιε, Χριστών τον θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον
Ἐν ἀσκήσει Ἅγιε, θεοφιλεῖ διαπρέψας, Παρακλήτου δύναμιν, ἐξ ὕψους καθυπεδέξω, ξόανα, καθαιρεῖν πλάνης, λαοὺς δε σώζειν, δαίμονας, ἀποδιώκειν, νόσους ἰᾶσθαι· διὰ τοῦτο σε τιμῶμεν, ὡς Θεοῦ φίλον, Τύχων μακάριε.